Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.149 Dem. 23.151 (English) >>Dem. 23.154

23.150καὶ μετὰ ταῦτα, ἐπειδὴ τὸν πρὸς Ἀμφίπολιν πόλεμον πρότερον πολεμεῖν εἵλετο Τιμόθεος τοῦ πρὸς Χερρόνησον, καὶ οὐδὲν εἶχε ποιεῖν ὑμᾶς ἐκεῖ κακόν, μισθοῖ πάλιν αὑτὸν Ὀλυνθίοις τοῖς ὑμετέροις ἐχθροῖς καὶ τοῖς ἔχουσιν Ἀμφίπολιν κατʼ ἐκεῖνον τὸν χρόνον. καὶ πλέων ἐκεῖσε, ἐκ Καρδίας ἀναχθείς, ἵνα τἀναντία τῇ πόλει πολεμῇ, ὑπὸ τῶν ἡμετέρων τριήρων ἑάλω. διὰ τὸν παρόντα δὲ καιρὸν καὶ τὸ δεῖν ξένων ἐπὶ τὸν πόλεμον τὸν ἐπʼ Ἀμφίπολιν, ἀντὶ τοῦ δίκην δοῦναι ὅτι οὐκ ἀπεδεδώκει τοὺς ὁμήρους καὶ διότι πρὸς Κότυν ἐχθρὸν ὄνθʼ ὑμῖν ηὐτομόλησεν ἔχων τὰς τριακοντόρους, πίστεις δοὺς καὶ λαβὼν ἐστράτευσε μεθʼ ὑμῶν. 23.151ὧν δʼ ἐκεῖνον δίκαιον ἦν χάριν ὑμῖν ἔχειν οὐκ ἀπολωλότα, τοῦτο παθόντʼ ἂν δικαίως, ἀντὶ τούτων ὡς ὀφείλουσʼ πόλις αὐτῷ στεφάνους καὶ πολιτείαν καὶ πάντες ἐπίστασθε δέδωκεν. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, τό τε ψήφισμʼ ἀνάγνωθί μοι τὸ περὶ τῶν ὁμήρων, καὶ τὴν Ἰφικράτους ἐπιστολὴν καὶ τὴν Τιμοθέου, καὶ μετὰ ταῦτα τὴν μαρτυρίαν ταυτηνί· ὄψεσθε γὰρ οὐ λόγους οὐδʼ αἰτίαν, ἀλλʼ ἀλήθειαν οὖσαν ὧν λέγω. λέγε.Ψήφισμα Ἐπιστολαί Μαρτυρία

23.152ὅτι μὲν τοίνυν καὶ τὸ πρῶτον, οὗ πολεμεῖν ὑμῖν ᾤετο, ἐκεῖσʼ ἐμίσθωσεν αὑτὸν πολλαχόσʼ ἄλλοσε μισθῶσαι παρόν, καὶ μετὰ ταῦτα, ὡς οὐδὲν ἐκεῖ κακὸν εἶχε ποιεῖν ὑμᾶς, ἔπλει δεῦρο πάλιν οὗ τἀναντίʼ ἔμελλε πράξειν τῇ πόλει, καὶ τοῦ μὴ λαβεῖν Ἀμφίπολιν πάντων οὗτος αἰτιώτατός ἐστιν, ἀκηκόατʼ ἐκ τῆς ἐπιστολῆς καὶ τῆς μαρτυρίας. καὶ τὰ μὲν πρῶτα τοιαῦτʼ ἐστὶν τῶν ἔργων τῶν Χαριδήμου, μετὰ ταῦτα δʼ ἄλλα θεάσασθε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.149 Dem. 23.151 (English) >>Dem. 23.154

Powered by PhiloLogic